Pindarosz: A szürakuszai Hierónnak, olümpiai győzelmére (ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ Magyar nyelven)
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ (Ógörög)ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πυ̂ρ ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου: εἰ δ᾽ ἄεθλα γαρύεν ἔλδεαι, φίλον ἠ̂τορ, μηκέθ᾽ ἁλίου σκόπει [̓́λλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι᾽ αἰθέρος, μηδ᾽ Ὀλυμπίας ἀγω̂να φέρτερον αὐδάσομεν: ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται σοφω̂ν μητίεσσι, κελαδει̂ν Κρόνου παι̂δ᾽ ἐς ἀφνεὰν ἱκομένους μάκαιραν Ἱέρωνος ἑστίαν, θεμιστει̂ον ὃς ἀμφέπει σκα̂πτον ἐν πολυμάλῳ Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετα̂ν ἄπο πασα̂ν, ἀγλαΐζεται δὲ καὶ μουσικα̂ς ἐν ἀώτῳ, οἱ̂α παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν᾽, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, ὅτε παρ᾽ Ἀλφεῳ̂ σύτο, δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, Συρακόσιον ἱπποχάρμαν βασιλη̂α. λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδου̂ Πέλοπος ἀποικίᾳ: του̂ μεγασθενὴς ἐράσσατο γαιάοχος Ποσειδα̂ν, ἐπεί νιν καθαρου̂ λέβητος ἔξελε Κλωθὼ ἐλέφαντι φαίδιμον ὠ̂μον κεκαδμένον. ἠ̂ θαυματὰ πολλά, καί πού τι καὶ βροτω̂ν φάτις ὑπὲρ τὸν ἀλαθη̂ λόγον δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατω̂ντι μυ̂θοι Χάρις δ᾽, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοι̂ς, ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι τὸ πολλάκις: ἁμέραι δ᾽ ἐπίλοιποι μάρτυρες σοφώτατοι. ἔστι δ᾽ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ᾽, ἀντία προτέρων, φθέγξομαι, ὁπότ᾽ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαι̂α θεοι̂σι δει̂πνα παρέχων, τότ᾽ Ἀγλαοτρίαιναν ἁρπάσαι δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ᾽ ἀν᾽ ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δω̂μα Διὸς μεταβα̂σαι, ἔνθα δευτέρῳ χρόνῳ [̓̂λθε καὶ Γανυμήδης Ζηνὶ τωὔτ᾽ ἐπὶ χρέος. ὡς δ᾽ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φω̂τες ἄγαγον, ἔννεπε κρυφα̂ τις αὐτίκα φθονερω̂ν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν μαχαίρᾳ τάμον κάτα μέλη, τραπέζαισί τ᾽, ἀμφὶ δεύτατα, κρεω̂ν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ᾽ ἄπορα γαστρίμαργον μακάρων τιν᾽ εἰπει̂ν. ἀφίσταμαι. ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους. εἰ δὲ δή τιν᾽ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ 5ἐτίμασαν, ἠ̂ν Τάνταλος οὑ̂τος: ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ᾽ ἕλεν ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῳ̂ λίθον, τὸν αἰεὶ μενοινω̂ν κεφαλα̂ς βαλει̂ν εὐφροσύνας ἀλα̂ται. ἔχει δ᾽ ἀπάλαμον βίον του̂τον ἐμπεδόμοχθον, μετὰ τριω̂ν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δω̂κεν, οἱ̂σιν ἄφθιτον θη̂καν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει. τοὔνεκα προη̂καν υἱὸν ἀθάνατοί οἱ πάλιν μετὰ τὸ ταχύποτμον αὐ̂τις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ᾽ ὅτε φυὰν λάχναι νιν μέλαν γένειον ἔρεφον. ἑτοι̂μον ἀνεφρόντισεν γάμον Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν. ἐγγὺς ἐλθὼν πολια̂ς ἁλὸς οἰ̂ος ἐν ὄρφνᾳ ἄπυεν βαρύκτυπον Εὐτρίαιναν: ὁ δ᾽ αὐτῳ̂ πὰρ ποδὶ σχεδὸν φάνη. τῳ̂ μὲν εἰ̂πε: ‘φίλια δω̂ρα Κυπρίας ἄγ᾽ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ᾽ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς Ἀ̂λιν, κράτει δὲ πέλασον. ἐπεὶ τρει̂ς τε καὶ δέκ᾽ ἄνδρας ὀλέσαις 80ἐρω̂ντας ἀναβάλλεται γάμον θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φω̂τα λαμβάνει. θανει̂ν δ᾽ οἱ̂σιν ἀνάγκα, τί κέ τις ἀνώνυμον γη̂ρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλω̂ν ἄμμορος; ἀλλ᾽ ἐμοὶ μὲν οὑ̂τος ἄεθλος ὑποκείσεται: τὺ δὲ πρα̂ξιν φίλαν δίδοι.’ ὣς ἔννεπεν: οὐδ᾽ ἀκράντοις ἐφάψατ᾽ ὠ̂ν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς ἔδωκεν δίφρον τε χρύσεον πτεροι̂σίν τ᾽ ἀκάμαντας ἵππους. ἕλεν δ᾽ Οἰνομάου βίαν παρθένον τε σύνευνον: τέκε τε λαγέτας ἓξ ἀρεται̂σι μεμαότας υἱούς. νυ̂ν δ᾽ ἐν αἱμακουρίαις ἀγλααι̂σι μέμικται, Ἀλφεου̂ πόρῳ κλιθείς, τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῳ̂. τὸ δὲ κλέος τηλόθεν δέδορκε τα̂ν Ὀλυμπιάδων ἐν δρόμοις Πέλοπος, ἵνα ταχυτὰς ποδω̂ν ἐρίζεται ἀκμαί τ᾽ ἰσχύος θρασύπονοι: ὁ νικω̂ν δὲ λοιπὸν ἀμφὶ βίοτον ἔχει μελιτόεσσαν εὐδίαν ̓έθλων γ᾽ ἕνεκεν. τὸ δ᾽ αἰεὶ παράμερον ἐσλὸν ὕπατον ἔρχεται παντὶ βροτω̂ν. ἐμὲ δὲ στεφανω̂σαι κει̂νον ἱππίῳ νόμῳ Αἰοληΐδι μολπᾳ̂ χρή: πέποιθα δὲ ξένον μή τιν᾽, ἀμφότερα καλω̂ν τε ἴδριν ἁμᾳ̂ καὶ δύναμιν κυριώτερον, τω̂ν γε νυ̂ν κλυται̂σι δαιδαλωσέμεν ὕμνων πτυχαι̂ς. θεὸς ἐπίτροπος ἐὼν τεαι̂σι μήδεται ἔχων του̂το κα̂δος, Ἱέρων, μερίμναισιν: εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι σὺν ἅρματι θοῳ̂ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων παρ᾽ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὠ̂ν Μοι̂σα καρτερώτατον βέλος ἀλκᾳ̂ τρέφει: ἐπ᾽ ἄλλοισι δ᾽ ἄλλοι μεγάλοι. τὸ δ᾽ ἔσχατον κορυφου̂ται βασιλευ̂σι. μηκέτι πάπταινε πόρσιον. εἴη σέ τε του̂τον ὑψου̂ χρόνον πατει̂ν, ἐμέ τε τοσσάδε νικαφόροις ὁμιλει̂ν, πρόφαντον σοφίᾳ καθ᾽ Ἕλλανας ἐόντα παντᾳ̂.
|
A szürakuszai Hierónnak, olümpiai győzelmére (Magyar)A legjobb a víz s az arany mint éjszakában égő Ő az, ki kezében a nyájnevelő Szicília szép szigetén a jogosztó kinek a szép ló büszke öröm s tündöklik a híre Kharisz az, ki teremt győzött a szivén a kivánság De nem tudom én az isteneket nevezni a gyomruk rabjainak. Így lett a tehetetlennek a píszai híres Hippodameiát Nem csalja a gyávát tőrbe veszély, Legyőzte Oinomaoszt s a szűz Nincs, ami ennél embernek magasabb jutalom.
|